Ancient Greek
84 to 85
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 84-85
Not analysed yet
ὑπηρετηθεὶς μέντοι χρόνον αὐταρκέστατον, ἑξαετίαν, ὅταν ὁ ἱερώτατος ἀριθμὸς ἐνίστασθαι μέλλῃ, τὸ ἕβδομον ἔτος, ἐλεύθερον μεθίεσο τὸν ἐλεύθερον φύσει μηδὲν ἐνδοιάσας, ἀλλ’, ὦ γενναῖε, καὶ γεγηθὼς δίδου τὴν χάριν, ὅτι καιρὸν ἔλαβες τὸ ζῴων ἄριστον, ἄνθρωπον, ἐν τοῖς μεγίστοις εὐεργετῆσαι· δούλῳ γὰρ οὐκ ἔστι μεῖζον ἐλευθερίας ἀγαθόν. χαίρων οὖν καὶ προσεπιδαψίλευσαί τι τῶν ἰδίων ἀφ’ ἑκάστου μέρους τῆς κτήσεως ἐφοδιάσας τὸν εὐεργετηθέντα· σὸν γὰρ ἐγκώμιον, εἰ μὴ πένης ὢν ἀπαλλάττοιτο τῆς οἰκίας, ἀλλὰ τῶν εἰς τἀναγκαῖα ἀφορμῶν εὐπορηκώς, ἵνα μὴ πάλιν ὑπ’ ἐνδείας εἰς τὴν ἀρχαίαν ἀτυχίαν ὑπαχθῇ δουλεύειν ἀναγκασθεὶς διὰ σπάνιν τῶν περὶ δίαιταν καὶ ἡ σὴ χάρις ἀναιρεθῇ. πενήτων μὲν δὴ πέρι τοσαῦτα.