Ancient Greek
86 to 89
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 86-2-89
Not analysed yet
Ἐάν τις ἐπανατείνηται ξίφος, ὥστε ἀποκτεῖναι, κἂν μὴ ἀνέλῃ, ἔνοχος ἔστω προαιρέσει γεγονὼς ἀνδροφόνος, εἰ καὶ μὴ τὸ τέλος τῇ γνώμῃ συνέδραμε. τὰ δ’ αὐτὰ πασχέτω, κἂν σὺν τέχνῃ τις ἐξ ἐνέδρας, οὐ θαρρῶν ἄντικρυς ἐπιχειρεῖν, βουλεύῃ καὶ μηχανᾶται δολερῶς τὸν φόνον· ἐναγὴς γὰρ καὶ οὗτος εἰ καὶ μήπω ταῖς χερσὶν ἀλλά τοι τῇ ψυχῇ καθέστηκεν. ὥσπερ γάρ, οἶμαι, πολεμίους οὐ μόνον τοὺς ἤδη ναυμαχοῦντας ἢ πεζομαχοῦντας ἀλλὰ καὶ τοὺς εἰς ἑκάτερον παρεσκευασμένους καὶ τὰς ἑλεπόλεις ἐφιστάντας τοῖς λιμέσι καὶ τείχεσι, κἂν μήπω συμπλέκωνται, κρίνομεν, οὕτως καὶ ἀνδροφόνους χρὴ νομίζειν οὐ τοὺς κτείναντας αὐτὸ μόνον ἀλλὰ καὶ τοὺς πάντα δρῶντας εἰς τὸ ἀνελεῖν ἢ φανερῶς ἢ λάθρα, κἂν μὴ τὸ ἀδίκημα ὦσιν εἰργασμένοι. ἐὰν δὲ καὶ ὑπὸ δειλίας ἢ θράσους, μαχομένων καὶ ἐπιλήπτων παθῶν, καταφυγεῖν τολμῶσιν εἰς τὸ ἱερὸν ὡς ἀσυλίαν εὑρησόμενοι, κωλυτέον· κἂν ὀφθῶσι παρεισδύντες, ἐκδοτέον ἐπ’ ἀναιρέσει τοιαῦτα ἐπιλέγοντας, ἀσυλίαν ἀνιέροις τὸ ἱερὸν μὴ παρέχεσθαι. πᾶς γὰρ ὁ ἀνίατα δρῶν ἐχθρὸς θεῷ· ἀνδροφόνοι δὲ ἀνίατα δρῶσιν, ἐπεὶ καὶ οἱ ἀνδροφονηθέντες ἀνίατα πεπόνθασιν. ἢ τοῖς μὲν μηδὲν ἡμαρτηκόσιν, ἕως ἂν ἀπολούσωνται καὶ περιρρανάμενοι καθαρθῶσι τοῖς εἰωθόσι καθαρσίοις, ἄβατος ὁ νεώς ἐστι, τοὺς δὲ ἐνόχους ἀνεκπλύτοις ἄγεσιν, ὧν τὰ μιάσματα οὐδεὶς ἀπονίψει χρόνος, ἄξιον ἐπιφοιτᾶν καὶ ἐνδιατρίβειν τοῖς ἕδεσιν, οὓς οὐδ’ ἂν οἰκία δέξαιτο κοσμίων ἀνδρῶν οἷς μέλει τῶν ὁσίων;