Ancient Greek · ~2 min
9 to 10
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 9-10
Not analysed yet
ἔχει μὲν οὖν καὶ ἡ κατὰ φύσιν ἡδονὴ πολλὴν καὶ πολλάκις μέμψιν, ὅταν ἀμέτρως καὶ ἀκορέστως χρῆταί τις αὐτῇ, καθάπερ οἱ περὶ ἐδωδὴν ἄπληστοι, κἂν εἰ μηδὲν τῶν ἀπαγορευομένων προσφέροιντο, καὶ οἱ φιλογύναιοι συνουσίαις ἐπιμεμηνότες καὶ λαγνίστερον ὁμιλοῦντες γυναιξὶν οὐκ ἀλλοτρίαις ἀλλὰ ταῖς ἑαυτῶν. ἡ δὲ μέμψις σώματός ἐστι μᾶλλον ἢ ψυχῆς κατὰ τοὺς πολλούς, πολλὴν μὲν ἔχοντος εἴσω φλόγα, ἣ τὴν παραβληθεῖσαν τροφὴν ἐξαναλίσκουσα ἑτέραν οὐκ εἰς μακρὰν ἐπιζητεῖ, πολλὴν δὲ ἰκμάδα, ἧς τὸ ῥοῶδες διὰ τῶν γεννητικῶν ἀποχετεύεται κνησμοὺς καὶ ὀδαξησμοὺς ἐμποιοῦν καὶ γαργαλισμοὺς ἀπαύστους.