Ancient Greek
92 to 94
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 92-94
Not analysed yet
παυσάσθωσαν καὶ οἱ τῶν πόλεων ἡγεμόνες φόροις καὶ δασμοῖς συνεχέσι καὶ μεγάλοις αὐτὰς ἐκτραχηλίζοντες, οἳ τὰ μὲν ἴδια ταμεῖα πληροῦσιν, ἅμα τοῖς χρήμασι καὶ τὰς ἀνελευθέρους κακίας καὶ τὸν σύμπαντα βίον αὐτῶν ῥυπαινούσας θησαυροφυλακοῦντες. ἀνηλεεστάτους γὰρ καὶ γέμοντας ἀπανθρωπίας τοὺς τῶν φόρων ἐκλογεῖς ἐπίτηδες αἱροῦνται τὰς πρὸς πλεονεξίαν ἀφορμὰς αὐτοῖς ἐνδιδόντες· οἱ δὲ τῇ φυσικῇ σκαιότητι προσειληφότες καὶ τὴν ἐξ ἐπιταγμάτων δεσποτικῶν ἐκεχειρίαν καὶ πάντα ὑπὲρ ἀρεσκείας τῆς ἐκείνων ἐγνωκότες πράττειν οὐδὲν παραλείπουσι τῶν χαλεπωτάτων, ἐπιείκειαν καὶ ἡμερότητα μηδ’ ὄναρ εἰδότες· τοιγάρτοι πάντα φύρουσι καὶ συγχέουσιν ἀργυρολογοῦντες, ὡς μὴ μόνον ἐκ τῶν οὐσιῶν ἀναπράττειν, ἀλλὰ καὶ ἐκ τῶν σωμάτων, ὕβρεσιν, αἰκίαις, πρὸς ἀποτομίαν κεκαινουργημέναις βασάνοις· ἤδη δέ τινας ἀκούω μηδὲ νεκρῶν ἀποσχέσθαι δι’ ἀγριότητα καὶ παρηλλαγμένην λύτταν, οἳ ἐπὶ τοσοῦτον ἐθηριώθησαν, ὡς καὶ τύπτειν ὑστριχίσι τολμᾶν τοὺς τεθνεῶτας·