Ancient Greek · ~7 min
92 to 97
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 92-2-97
Not analysed yet
Ἀλλ’ οἱ μὲν ξίφεσιν ἢ δορατίοις ἢ βέλεσιν ἢ ξύλοις ἢ λίθοις ἤ τισιν ὁμοιοτρόποις ἀναιροῦντες δύνανται μὴ προβεβουλευμένοι μηδ’ ἐκ πολλοῦ παρ’ αὑτοῖς λελογισμένοι τὸ ἄγος, ἐκ ταὐτομάτου διακινηθέντες καὶ θυμῷ δυνατωτέρῳ χρησάμενοι λογισμοῦ, δρᾶσαι τὸν φόνον, ὡς ἡμίεργον τὴν πρᾶξιν εἶναι, τῆς διανοίας μὴ προκατεσχημένης ἐκ μακροῦ τοῖς μιάσμασιν. εἰσὶ δὲ ἕτεροι πονηρότατοι, χερσὶ καὶ γνώμαις ἐναγεῖς, οἱ μάγοι καὶ φαρμακευταί, σχολὴν καὶ ἀναχώρησιν ἐνδιδόντες αὑτοῖς πρὸς καιρίους ἐπιθέσεις καὶ τέχνας καὶ μηχανὰς πολυτρόπους ἀνευρίσκοντες ἐπὶ ταῖς τῶν πλησίον συμφοραῖς. ὅθεν κελεύει φαρμακευτὰς καὶ φαρμακίδας μηδεμίαν ἡμέραν ἀλλὰ μηδ’ ὥραν ἐπιβιοῦν, ἀλλ’ ἅμα τῷ ἁλῶναι τεθνάναι, μηδεμιᾶς ἐγγινομένης προφάσεως εἰς ἀναβολὴν καὶ ὑπέρθεσιν τῆς τιμωρίας· τοὺς μὲν γὰρ ἄντικρυς ἐπιβουλεύοντας δύναιτ’ ἄν τις φυλάξασθαι, τῶν δὲ κρύφα συντιθέντων καὶ σκευωρούντων τὰς ἐπιθέσεις φαρμακείαις οὐ ῥᾴδιον τὰς τέχνας συνιδεῖν. ἀναγκαῖον οὖν, ἃ μελλήσουσι δι’ αὐτοὺς ἕτεροι παθεῖν, τοὺς δρῶντας προδιαθεῖναι. καὶ γὰρ ἄλλως ὁ μὲν ἐμφανῶς ξίφει κτείνων ἤ τινι ὅπλῳ τῶν ὁμοιοτρόπων καθ’ ἕνα καιρὸν ὀλίγους ἀνελεῖ, φαρμάκοις δὲ θανασίμοις μυρίους ὅσους τὴν ἐπιβουλὴν οὐ προαισθανομένους ἐδωδίμοις τισὶν ἀναμίξας καὶ συνανακερασάμενος. ἤδη γοῦν πολυάνθρωπα συσσίτια καθ’ ἑταιρείαν συνεληλυθότων ἐπὶ τοὺς αὐτοὺς ἅλας καὶ τὴν αὐτὴν τράπεζαν ἐν σπονδαῖς ἄσπονδα ἔπαθεν ἐξαίφνης διαφθαρέντα καὶ θάνατον ἀντ’ εὐωχίας ἀντηλλάξατο. διὸ προσήκει κατὰ τῶν τοιούτων καὶ τοὺς ἐπιεικεστάτους καὶ τοὺς μετριοπαθεστάτους φονᾶν, μόνον οὐκ αὐτόχειρας γινομένους καὶ νομίζοντας εὐαγὲς εἶναι τὸ μὴ ἑτέροις τὴν τιμωρίαν ἐπιτρέπειν ἀλλ’ ἑαυτοῖς. πῶς γὰρ οὐκ ἔστι πάνδεινον, διὰ τροφῆς ἣ τοῦ ζῆν αἰτία καθέστηκε θάνατον τεχνάζειν καὶ τοῖς φύσει τροφίμοις φθοροποιὸν ἐνεργάζεσθαι μεταβολήν, ἵνα τινὲς διὰ φυσικὴν ἀνάγκην ἐπ’ ἐδωδὴν καὶ πόσιν ἰόντες, οὐ προϊδόντες τὴν ἐνέδραν, ὡς σωτήρια προσῶνται τὰ πανωλεθρίας αἴτια;