Ancient Greek · ~2 min
95 to 96
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 95-96
Not analysed yet
ἥδ’ ἐστὶν ἡ τῆς ἱερᾶς ἐσθῆτος κατασκευή, μίμημα τοῦ παντός, θαυμάσιον ἔργον καὶ ὀφθῆναι καὶ νοηθῆναι· καὶ γὰρ ὄψιν ἔχει καταπληκτικωτάτην οἵαν οὐδὲν ὕφασμα τῶν παρ’ ἡμῖν ἕνεκα ποικιλίας ὁμοῦ καὶ πολυτελείας καὶ νόησιν τὴν περὶ τῶν αὐτῆς μερῶν φιλόσοφον. βούλεται γὰρ τὸν ἀρχιερέα πρῶτον μὲν εἰκόνα τοῦ παντὸς ἔχειν ἐμφανῆ περὶ ἑαυτόν, ἵν’ ἐκ τῆς συνεχοῦς θέας ἄξιον παρέχῃ τὸν ἴδιον βίον τῆς τῶν ὅλων φύσεως, ἔπειθ’ ὅπως ἐν ταῖς ἱερουργίαις συλλειτουργῇ πᾶς ὁ κόσμος αὐτῷ· πρεπωδέστατον δὲ τὸ τὸν ἱερώμενον τῷ τοῦ κόσμου πατρὶ καὶ τὸν υἱόν, τὸ πᾶν, ἐπάγεσθαι πρὸς θεραπείαν τοῦ δεδημιουργηκότος καὶ γεγεννηκότος.