Ancient Greek
Περι μετανοίας.
Philo Judaeus, De virtutibus Περι μετανοίας.
Not analysed yet
Φιλάρετος καὶ φιλόκαλος καὶ διαφερόντως φιλάνθρωπος ὢν ὁ ἱερώτατος Μωυσῆς προτρέπει τοὺς πανταχοῦ πάντας εὐσεβείας καὶ δικαιοσύνης εἶναι ζηλωτάς, ἆθλα προτιθεὶς ὡς νικηφόροις μεγάλα τοῖς μετανοοῦσι πολιτείας κοινωνίαν τῆς ἀρίστης καὶ τῶν κατ’ αὐτὴν ἀπόλαυσιν μικρῶν τε καὶ μεγάλων.