Ancient Greek · ~2 min
Section 184
Philo Judaeus, De virtutibus 184
Not analysed yet
ὅταν μὲν γὰρ οἷος ὁ λόγος τοιάδε ἡ γνώμη καὶ οἷον τὸ βούλευμα τοιάδε ἡ πρᾶξις, ἐπαινετὸς καὶ τέλειος ὁ βίος, ὅταν δὲ στασιάζῃ ταῦτα ἐν ἀλλήλοις, ἀτελής τε καὶ ψεκτός. εἰ μή τις τῆς ἁρμονίας ταύτης ἐπιλάθοιτο, εὐαρεστήσει θεῷ γενόμενος ὁμοῦ θεοφιλὴς καὶ φιλόθεος. ὅθεν εὖ καὶ συμφώνως τοῖς εἰρημένοις ἐχρήσθη τὸ λόγιον ἐκεῖνο· „τὸν θεὸν εἵλου σήμερον εἶναί σοι θεόν, καὶ κύριος εἵλατό σε σήμερον γενέσθαι λαὸν αὐτῷ“ (Deut. 26,17. 18).