Ancient Greek · ~2 min
Section 19
Philo Judaeus, De virtutibus 19
Not analysed yet
ἐπειδὴ γὰρ τύπους σωμάτων ἑώρα καθάπερ ἐπὶ πλάτους χαραχθέντας ἀνομοίους ἀνδρός τε αὖ καὶ γυναικὸς καὶ βίον ἑκατέρῳ τῶν εἰδῶν οὐ τὸν αὐτὸν ἀπονεμηθέντα—τῷ μὲν γὰρ ὁ κατοικίδιος, τῷ δ’ ὁ πολιτικὸς προσκεκλήρωται —,κἀν τοῖς ἄλλοις ὅσα μὴ φύσεως μὲν ἔργα ἦν, φύσει δὲ ἀκόλουθα γνώμης ἀγαθῆς εὑρήματα, συμφέρον ἔκρινε διατάξασθαι· ταῦτα δ’ ἦν τὰ περὶ δίαιταν καὶ ἀμπεχόνην καὶ εἴ τι ὁμοιότροπον.