Ancient Greek
Section 201
Philo Judaeus, De virtutibus 201
Not analysed yet
Ἐγένετο δέ τις τῶν μετὰ ταῦτα σφόδρα δοκίμων ἀνὴρ ὁσιώτατος, οὗ τὴν εὐσέβειαν ἀνάγραπτον ἠξίωσεν εἶναι ἐν ἱεραῖς βίβλοις ὁ τοὺς νόμους διαταξάμενος· ὃς ἐν τῷ μεγάλῳ κατακλυσμῷ, τῶν πόλεων ἀφανιζομένων πανωλεθρίᾳ —καὶ γὰρ τῶν ὀρῶν τὰ ὑψηλότατα τῇ συναυξήσει καὶ ἐπιτάσει τῆς περὶ τὴν φορὰν πλημμύρας κατεπίνετο —,μόνος μετὰ τῶν οἰκείων διασῴζεται τῆς καλοκἀγαθίας ἆθλον ἀράμενος, οὗ μεῖζον οὐκ ἔστιν εὑρεῖν.