Ancient Greek · ~1 min
Section 26
Philo Judaeus, De virtutibus 26
Not analysed yet
νόσος δέ τις καὶ ἡ δειλία, βαρυτέρα τῶν κατὰ τὸ σῶμα, τὰς ψυχῆς δυνάμεις καθαιροῦσα· τῶν μὲν γὰρ βραχὺν εἶναι συμβαίνει τὸν χρόνον τῆς ἀκμῆς, ἡ δ’ ἐστὶ κακὸν σύντροφον, μᾶλλον ἢ οὐχ ἧττον τῶν ἡνωμένων μερῶν προσπεφυκὸς ἐκ πρώτης ἡλικίας ἄχρι πανυστάτου γήρως, εἰ μὴ τύχοι θεὸς ἰώμενος· πάντα γὰρ θεῷ δυνατά.