Ancient Greek · ~2 min
Section 32
Philo Judaeus, De virtutibus 32
Not analysed yet
εἰς ἅπερ ἀπιδὼν οὐ μόνον λοχαγοὺς καὶ στρατηγοὺς καὶ τοὺς ἄλλους τῆς στρατιᾶς ἡγεμόνας ἀλλὰ καὶ τῶν στρατιωτῶν ἕκαστον ἐπικρίνει, δοκιμάζων πῶς ἔχει πρός τε σώματος εὐεξίαν καὶ πρὸς εὐστάθειαν λογισμοῦ, σῶμα μὲν ἐξετάζων, εἰ ὁλόκληρον, εἰ ὑγιαῖνον ὅλον δι’ ὅλων, εἰ τοῖς μέρεσι καὶ μέλεσι πᾶσιν εὖ ἡρμοσμένον πρὸς τὰς ἐπιβαλλούσας ἑκάστῳ σχέσεις τε καὶ κινήσεις, ψυχὴν δέ, εἰ θαρραλεότητος καὶ εὐτολμίας ἀνάπλεως, εἰ ἀκατάπληκτος καὶ μεστὴ φρονήσεως |εὐγενοῦς, εἰ φιλότιμος καὶ ζωῆς ἀδόξου τὸν σὺν εὐκλείᾳ θάνατον προκρίνουσα.