Ancient Greek · ~2 min
Section 34
Philo Judaeus, De virtutibus 34
Not analysed yet
Τῶν δὲ λεχθέντων σαφεστάτην πίστιν αἱ ἱεραὶ βίβλοι περιέχουσιν. ἔθνος πολυανθρωπότατόν ἐστιν Ἄραβες, οἷς ὄνομα παλαιὸν ἦν Μαδιηναῖοι. οὗτοι πρὸς Ἑβραίους φιλαπεχθημόνως ἔχοντες, οὐδενὸς ἕνεκα ἑτέρου μᾶλλον ἢ ὅτι τὸ ἀνωτάτω καὶ πρεσβύτατον αἴτιον σέβουσι καὶ τιμῶσι τῷ ποιητῇ καὶ πατρὶ τῶν ὅλων προσκεκληρωμένοι, καὶ πάσας μὲν μηχανὰς τεχνάζοντες, πάσας δὲ πείρας καθιέντες, ἵνα ἀπὸ τῆς τοῦ ἑνὸς καὶ ὄντως ὄντος τιμῆς αὐτοὺς ἀποστήσωσι καὶ μεθαρμόσωνται πρὸς ἀσέβειαν ἐξ ὁσιότητος —οὕτως γὰρ περιέσεσθαι ῥᾳδίως ὑπελάμβανον —,ἐπειδὴ μυρία καὶ λέγοντες καὶ δρῶντες ἀπειρήκεσαν, ὥσπερ οἱ θανατῶντες ἐφ’ ὧν ἀπογνῶσι σωτηρίας, καί τι τοιοῦτον ἐπινοοῦσι στρατήγημα.