Ancient Greek · ~2 min
Section 54
Philo Judaeus, De virtutibus 54
Not analysed yet
ἀλλ’ ἴσως ἢ μεθέλκειν αὐτοὺς ἀπὸ τῆς θείας λειτουργίας οὐκ ἐδοκίμασεν ἢ καὶ ὅπερ εἰκὸς ἐνενόησεν, ὅτι ἀμήχανον τοὺς αὐτοὺς δύνασθαι καλῶς ἀμφοῖν ἐπιτροπεύειν, ἱερωσύνης τε καὶ βασιλείας, ὧν ἡ μὲν ἐπαγγέλλεται θεοῦ θεραπείαν, ἡ δ’ ἀνθρώπων ἐπιμέλειαν. ἴσως δὲ καὶ κριτὴν αὑτὸν οὐκ ἠξίωσε γενέσθαι πράγματος μεγάλου· μέγιστον δ’ ἐστὶ τὸν εὖ πεφυκότα πρὸς ἀρχὴν δοκιμάσαι καὶ σχεδὸν θείας δυνάμεως, ᾗ μόνῃ καθορᾶν ἦθος ἀνθρώπου ῥᾴδιον.