Ancient Greek · ~2 min
Section 56
Philo Judaeus, De virtutibus 56
Not analysed yet
ὕπαρχος ὢν καὶ τὰ τῆς ἡγεμονίας συνδιοικῶν. ἀλλὰ καίτοι βάσανον ἀκριβῆ λαβὼν ἐκ μακρῶν χρόνων τῆς ἔν τε λόγοις καὶ ἔργοις καλοκἀγαθίας αὐτοῦ καὶ —τὸ ἀναγκαιότατον. —εὐνοίας τῆς πρὸς τὸ ἔθνος, οὐδὲ τοῦτον ᾠήθη χρῆναι καταλιπεῖν διάδοχον, δεδιὼς μή ποτε ψευδοδοξῇ νομίζων ἀγαθὸν τὸν οὐκ ὄντα πρὸς ἀλήθειαν, ἐπειδὴ τὰ κριτήρια τῆς ἀνθρωπίνης γνώμης ἀμυδρὰ καὶ ἀβέβαιά πως εἶναι πέφυκεν.