Ancient Greek · ~1 min
Section 84
Philo Judaeus, De virtutibus 84
Not analysed yet
οὕτως γὰρ οὔθ’ οἱ πένητες ἔμελλον ἀπορώτεροι γίνεσθαι, πλείονα ὧν ἔλαβον εἰσφέρειν ἀναγκαζόμενοι, οὔθ’ οἱ συμβάλλοντες ἀδικεῖσθαι, ἃ προήκαντο μόνα κομιζόμενοι· καίτοι γε οὐ μόνα· σὺν γὰρ τοῖς ἀρχαίοις ἀντὶ τόκων οὓς λαβεῖν οὐκ ἠξίωσαν ἐπεισφέρονται τὰ κάλλιστα καὶ τιμιώτατα τῶν ἐν ἀνθρώποις, ἡμερότητα, κοινωνίαν, χρηστότητα, μεγαλόνοιαν, εὐφημίαν, εὔκλειαν· οἷς τίς κτῆσις ἐφάμιλλος;