Ancient Greek · ~2 min
Section 88
Philo Judaeus, De virtutibus 88
Not analysed yet
Ἕν τι τῶν εἰς φιλανθρωπίαν τεινόντων παράγγελμα κἀκεῖνο διατάττεται, μισθὸν πένητος αὐθημερὸν ἀποδιδόναι, οὐ μόνον ὅτι τὴν χρείαν ἐφ’ ἣν παρελήφθη παρασχόντα δίκαιον ἦν τὸν ἐπὶ τῇ ὑπηρεσίᾳ μισθὸν ἀνυπερθέτως ἀπολαβεῖν, ἀλλ’ ὅτι καί, ὡς εἶπόν τινες, ἐφημερόβιος ὢν ὁ χειροτέχνης ἢ ἀχθοφόρος, ὅλῳ τῷ σώματι κακοπαθῶν ὑποζυγίου τρόπον, ἐπὶ τῷ μισθῷ τέθειται τὴν ἐλπίδα· ὃν εἰ μὲν εὐθὺς κομίσαιτο, γήθει καὶ ῥώννυται πρὸς τὴν ἐπιοῦσαν προθυμίᾳ διπλασίονι ἐργασόμενος, εἰ δὲ μὴ κομίσαιτο, πρὸς τῷ σφόδρα ἄχθεσθαι καὶ τοὺς τόνους ὑπὸ λύπης ἐκλυθεὶς ἀναπέπτωκεν, ὡς ἀδυνατεῖν πρὸς τὰ ἐν ἔθει τῶν ἔργων ἀπαντᾶν.