Ancient Greek · ~1 min
Section 15
Philo Judaeus, De vita contemplativa 15
Not analysed yet
οἱ πολέμιοι τί πλέον δρῶσιν ἢ κείρουσι καὶ δενδροτομοῦσι τὴν τῶν ἀντιπάλων χώραν, ἵνα σπάνει τῶν ἀναγκαίων πιεσθέντες ἐνδῶσι; τοῦτο οἱ περὶ Δημόκριτον τοῖς ἀφ’ αἵματος εἰργάσαντο χειροποίητον ἔνδειαν καὶ πενίαν αὐτοῖς κατασκευάσαντες, οὐκ ἐξ ἐπιβουλῆς ἴσως, ἀλλὰ τῷ μὴ προϊδέσθαι καὶ περιαθρῆσαι τὸ τοῖς ἄλλοις συμφέρον.