Ancient Greek · ~1 min
Section 48
Philo Judaeus, De vita contemplativa 48
Not analysed yet
Ἴσως δ’ ἄν τις ἀποδέξαιτο τὴν ἐπιπολάζουσαν νυνὶ τῶν συμποσίων πανταχοῦ διάθεσιν κατὰ πόθον τῆς Ἰταλικῆς πολυτελείας καὶ τρυφῆς, ἣν ἐζήλωσαν Ἕλληνές τε καὶ βάρβαροι πρὸς ἐπίδειξιν μᾶλλον ἢ πρὸς εὐωχίαν ποιούμενοι τὰς παρασκευάς.