Ancient Greek · ~2 min
Section 53
Philo Judaeus, De vita contemplativa 53
Not analysed yet
πρὸς δὲ τούτοις αἱ πεμμάτων καὶ ὄψων καὶ ἡδυσμάτων ποικιλίαι, περὶ ἃ σιτοπόνοι καὶ ὀψαρτυταὶ πονοῦνται, φροντίζοντες οὐ γεῦσιν, ὅπερ ἀναγκαῖον ἦν, ἡδῦναι μόνον, ἀλλὰ καὶ ὄψιν τῇ καθαριότητι. ***τοὺς αὐχένας ἐν κύκλῳ περιάγοντες τοῖς ὀφθαλμοῖς καὶ τοῖς μυκτῆρσι περιλιχνεύουσι, τοῖς μὲν τὰς εὐσαρκίας καὶ τὸ πλῆθος, τοῖς δὲ τὴν ἀναδιδομένην κνῖσαν. εἶτα ὅταν ἀμφοτέρων, ὄψεών τε καὶ ὀσμῶν, γένωνται διακορεῖς, ἐσθίειν κελεύουσιν, ἐπαινέσαντες οὐκ ὀλίγα τὴν παρασκευὴν καὶ τὸν ἑστιάτορα τῆς πολυτελείας.