Ancient Greek · ~2 min
Section 72
Philo Judaeus, De vita contemplativa 72
Not analysed yet
οὐδὲ γὰρ οἱ τυχόντες ἐλεύθεροι τάττονται πρὸς ταῖς ὑπουργίαις ταύταις, ἀλλ’ οἱ νέοι τῶν ἐν τῷ συστήματι μετὰ πάσης ἐπιμελείας ἀριστίνδην ἐπικριθέντες, ὃν χρὴ τρόπον ἀστείους καὶ εὐγενεῖς πρὸς ἄκραν ἀρετὴν ἐπειγομένους· οἳ καθάπερ υἱοὶ γνήσιοι φιλοτίμως ἄσμενοι πατράσι καὶ μητράσιν ὑπουργοῦσι, κοινοὺς αὑτῶν γονεῖς νομίζοντες οἰκειοτέρους τῶν ἀφ’ αἵματος, εἴ γε καλοκἀγαθίας οὐδὲν οἰκειότερόν ἐστι τοῖς εὖ φρονοῦσιν· ἄζωστοι δὲ καὶ καθειμένοι τοὺς χιτωνίσκους εἰσίασιν ὑπηρετήσοντες, ἕνεκα τοῦ μηδὲν εἴδωλον ἐπιφέρεσθαι δουλοπρεποῦς σχήματος.