Ancient Greek · ~1 min
Section 74
Philo Judaeus, De vita contemplativa 74
Not analysed yet
νηφάλια γὰρ ὡς τοῖς ἱερεῦσι θύειν καὶ τούτοις βιοῦν ὁ ὀρθὸς λόγος ὑφηγεῖται· οἶνος μὲν γὰρ ἀφροσύνης φάρμακον, ὄψα δὲ πολυτελῆ τὸ θρεμμάτων ἀπληστότατον διερεθίζει, τὴν ἐπιθυμίαν.