Ancient Greek · ~2 min
Section 77
Philo Judaeus, De vita contemplativa 77
Not analysed yet
οἱ δὲ ἀνωρθιακότες τὰ ὦτα καὶ τοὺς ὀφθαλμοὺς ἀνατετακότες εἰς αὐτὸν ἐπὶ μιᾶς καὶ τῆς αὐτῆς σχέσεως ἐπιμένοντες ἀκροῶνται, τὸ μὲν συνιέναι καὶ κατειληφέναι νεύματι καὶ βλέμματι διασημαίνοντες, τὸν δὲ ἔπαινον τοῦ λέγοντος ἱλαρότητι καὶ τῇ σχέδην περιαγωγῇ τοῦ προσώπου, τὴν δὲ διαπόρησιν ἠρεμαιοτέρᾳ κινήσει τῆς κεφαλῆς καὶ ἄκρῳ δακτύλῳ τῆς δεξιᾶς χειρός· οὐχ ἧττον δὲ τῶν κατακεκλιμένων οἱ παρεστῶτες νέοι προσέχουσιν.