Ancient Greek · ~1 min
Section 83
Philo Judaeus, De vita contemplativa 83
Not analysed yet
Μετὰ δὲ τὸ δεῖπνον τὴν ἱερὰν ἄγουσι παννυχίδα. ἄγεται δὲ ἡ παννυχὶς τὸν τρόπον τοῦτον· ἀνίστανται πάντες ἀθρόοι, καὶ κατὰ μέσον τὸ συμπόσιον δύο γίνονται τὸ πρῶτον χοροί, ὁ μὲν ἀνδρῶν, ὁ δὲ γυναικῶν· ἡγεμὼν δὲ καὶ ἔξαρχος αἱρεῖται καθ’ ἑκάτερον ἐντιμότατός τε καὶ ἐμμελέστατος.