Ancient Greek · ~1 min
Section 87
Philo Judaeus, De vita contemplativa 87
Not analysed yet
τοῦτο δὲ ἰδόντες καὶ παθόντες, ὃ λόγου καὶ ἐννοίας καὶ ἐλπίδος μεῖζον ἔργον ἦν, ἐνθουσιῶντές τε ἄνδρες ὁμοῦ καὶ γυναῖκες, εἷς γενόμενοι χορός, τοὺς εὐχαριστηρίους ὕμνους εἰς τὸν σωτῆρα θεὸν ᾖδον, ἐξάρχοντος τοῖς μὲν ἀνδράσι Μωυσέως τοῦ προφήτου, ταῖς δὲ γυναιξὶ Μαριὰμ τῆς προφήτιδος.