Ancient Greek · ~2 min
Section 9
Philo Judaeus, De vita contemplativa 9
Not analysed yet
καὶ ταῦτα ὁρῶντες γεννώμενα καὶ τροφῆς χρείαν ἔχοντα καὶ περὶ ἐδωδὴν ἄπληστα καὶ μεστὰ περιττωμάτων ἰοβόλα τε καὶ ἀνθρωποβόρα καὶ νόσοις ἁλωτὰ παντοίαις καὶ οὐ μόνον θανάτῳ τῷ κατὰ φύσιν ἀλλὰ καὶ βιαίῳ πολλάκις διαφθειρόμενα προσκυνοῦσιν, οἱ ἥμεροι τὰ ἀνήμερα καὶ ἀτίθασα καὶ οἱ λογικοὶ τὰ ἄλογα καὶ οἱ συγγένειαν ἔχοντες πρὸς τὸ θεῖον τὰ μηδ’ ἂν Θερσίτῃσι συγκριθέντα, οἱ ἄρχοντες καὶ δεσπόται τὰ ὑπήκοα φύσει καὶ δοῦλα.