Ancient Greek · ~4 min
100 to 102
Philo Judaeus, De vita Mosis (lib. i‑ii) 100-102
Not analysed yet
ἐναπέθνῃσκε δὲ καὶ τὰ γένη τῶν ἰχθύων ἅπαντα, ἅτε τῆς ζωτικῆς δυνάμεως εἰς φθοροποιὸν μεταβαλούσης, ὡς δυσωδίας πάντα διὰ πάντων ἀναπεπλῆσθαι, τοσούτων σηπομένων ἀθρόον σωμάτων· πολὺς δὲ καὶ ἀνθρώπων ὄχλος ὑπὸ δίψους διαφθαρεὶς ἔκειτο σωρηδὸν ἐπὶ τῶν τριόδων, οὐ σθενόντων ἐπὶ τὰ μνήματα τῶν οἰκείων τοὺς τετελευτηκότας ἐκκομίζειν. ἐπὶ γὰρ ἡμέρας ἑπτὰ τὸ δεινὸν ἐκράτησεν, ἕως οἱ μὲν Αἰγύπτιοι τοὺς ἀμφὶ Μωυσῆν, οὗτοι δὲ τὸν θεὸν ἱκέτευσαν, οἶκτον λαβεῖν τῶν ἀπολλυμένων· ὁ δὲ τὴν φύσιν ἵλεως μεταβάλλει τὸ αἷμα εἰς ὕδωρ πότιμον ἀποδοὺς τῷ ποταμῷ καθαρὰ τὰ ἀρχαῖα ῥεῖθρα καὶ σωτήρια. μικρὸν δὲ ὅσον ἀνεθέντες ἐπὶ τὴν αὐτὴν ὠμότητα καὶ παρανομίαν ἵεντο, ὡς ἢ τοῦ δικαίου παντάπασιν ἐξ ἀνθρώπων ἀφανισθέντος ἢ τῶν ὑπομεινάντων μίαν τιμωρίαν δεύτερον οὐκ εἰωθότων ἐπιπλήττεσθαι· παθόντες δ’ ἀνεδιδάσκοντο νηπίων παίδων τρόπον μὴ καταφρονεῖν· ἡ γὰρ κόλασις ἑπομένη κατ’ ἴχνος μελλόντων μὲν ἐβράδυνε, πρὸς δὲ τὰ ἀδικήματα θέοντας ἐπιδραμοῦσα κατελάμβανε.