Ancient Greek · ~2 min
112 to 113
Philo Judaeus, De vita Mosis (lib. i‑ii) 112-113
Not analysed yet
ἀλλ’ ὅμως τοσοῦτον ἴσχυσεν, ὡς ἀπαγορεῦσαι πᾶσαν Αἴγυπτον καὶ ἐκβοᾶν ἀναγκασθῆναι, ὅτι „δάκτυλος θεοῦ τοῦτ’ ἐστί“ (Exod. 8,19)· χεῖρα γὰρ θεοῦ μηδὲ τὴν σύμπασαν οἰκουμένην ὑποστῆναι ἂν ἀπὸ περάτων ἐπὶ πέρατα, μᾶλλον δ’ οὐδὲ τὸν σύμπαντα κόσμον. Τοιαῦται μὲν αἱ διὰ τοῦ Μωυσέως ἀδελφοῦ τιμωρίαι· ἃς δὲ αὐτὸς Μωυσῆς ὑπηρέτησε καὶ ἐξ οἵων τῆς φύσεως συνέστησαν μερῶν, κατὰ τὸ ἀκόλουθον ἐπισκεπτέον. ἀὴρ μὲν οὖν καὶ οὐρανός, αἱ καθαρώταται μοῖραι τῆς τῶν ὅλων οὐσίας, παρ’ ὕδατος καὶ γῆς διαδέχονται τὴν ἐπ’ Αἰγύπτῳ νουθεσίαν, ἧς ἐπίτροπος ἐχειροτονήθη Μωυσῆς.