Ancient Greek · ~2 min
116 to 117
Philo Judaeus, De vita Mosis (lib. i‑ii) 116-117
Not analysed yet
τάχα δ’ ἐπεὶ καὶ περιττὸν ἦν ἐν Αἰγύπτῳ χειμῶνα γενέσθαι· πρὸς ὃ γὰρ αἱ τῶν ὄμβρων φοραὶ χρήσιμοι, καὶ ὁ ποταμὸς λιμνάζων τὰς ἀρούρας εἰς καρπῶν ἐτησίων γένεσιν. ἡ δὲ φύσις οὐ ματαιουργός, ὡς ὑετὸν χορηγεῖν μὴ δεομένῃ γῇ, καὶ ἅμα χαίρει τῷ πολυτρόπῳ καὶ πολυσχιδεῖ τῶν ἐπιστημονικῶν ἔργων τὴν συμφωνίαν τοῦ παντὸς ἐξ ἐναντιοτήτων ἐναρμοσαμένη· καὶ διὰ τοῦτο τοῖς μὲν ἄνωθεν ἐξ οὐρανοῦ τοῖς δὲ κάτωθεν ἐκ πηγῶν τε καὶ ποταμῶν παρέχει τὴν ἐξ ὕδατος ὠφέλειαν.