Ancient Greek · ~2 min
ΛΟΓΟΣ ΠΡΩΤΟΣ
Philo Judaeus, De vita Mosis (lib. i‑ii) 128
Not analysed yet
ἀλγηδόσι τε καὶ περιωδυνίαις κατὰ τὸ εἰκὸς ἐκ τῆς ἑλκώσεως καὶ φλογώσεως πιεζόμενοι μᾶλλον ἢ οὐχ ἧττον τῶν σωμάτων τὰς ψυχὰς ἔκαμνον ἐκτετρυχωμένοι ταῖς ἀνίαις —ἓν γὰρ ἄν τις ἀπὸ κεφαλῆς ἄχρι ποδῶν συνεχὲς ἕλκος ἐθεάσατο, τῶν κατὰ μέλος καὶ μέρος διεσπαρμένων εἰς μίαν καὶ τὴν αὐτὴν ἰδέαν ἀποκριθέντων —,ἕως πάλιν ἱκεσίαις τοῦ νομοθέτου, ἃς ὑπὲρ τῶν πασχόντων ἐποιήσατο, ἡ νόσος ῥᾴων ἐγένετο.