Ancient Greek · ~5 min
154 to 157
Philo Judaeus, De vita Mosis (lib. i‑ii) 154-157
Not analysed yet
ταῦτα δ’ ἦσαν ἐγκράτειαι, καρτερίαι, σωφροσύναι, ἀγχίνοιαι, συνέσεις, ἐπιστῆμαι, πόνοι, κακοπάθειαι, ἡδονῶν ὑπεροψίαι, δικαιοσύναι, προτροπαὶ πρὸς τὰ βέλτιστα, ψόγοι καὶ κολάσεις ἁμαρτανόντων νόμιμοι, ἔπαινοι καὶ τιμαὶ κατορθούντων πάλιν σὺν νόμῳ. τοιγαροῦν πολλὰ χαίρειν φράσαντα πολυχρηματίᾳ καὶ τῷ παρ’ ἀνθρώποις μέγα πνέοντι πλούτῳ γεραίρει θεὸς τὸν μέγιστον καὶ τελεώτατον ἀντιδοὺς πλοῦτον αὐτῷ· οὗτος δ’ ἐστὶν ὁ τῆς συμπάσης γῆς καὶ θαλάττης καὶ ποταμῶν καὶ τῶν ἄλλων ὅσα στοιχεῖα καὶ συγκρίματα· κοινωνὸν γὰρ ἀξιώσας ἀναφανῆναι τῆς ἑαυτοῦ λήξεως ἀνῆκε πάντα τὸν κόσμον ὡς κληρονόμῳ κτῆσιν ἁρμόζουσαν. τοιγαροῦν ὑπήκουεν ὡς δεσπότῃ τῶν στοιχείων ἕκαστον ἀλλάττον ἣν εἶχε δύναμιν καὶ ταῖς προστάξεσιν ὑπεῖκον· καὶ θαυμαστὸν ἴσως οὐδέν· εἰ γὰρ κατὰ τὴν παροιμίαν „κοινὰ τὰ φίλων„, φίλος δὲ ὁ προφήτης ἀνείρηται θεοῦ (cf. Exod. 33, 11), κατὰ τὸ ἀκόλουθον μετέχοι ἂν αὐτοῦ καὶ τῆς κτήσεως, καθ’ ὃ χρειῶδες. ὁ μὲν γὰρ θεὸς πάντα κεκτημένος οὐδενὸς δεῖται, ὁ δὲ σπουδαῖος ἄνθρωπος κέκτηται μὲν οὐδὲν κυρίως ἀλλ’ οὐδ’ ἑαυτόν, τῶν δὲ τοῦ θεοῦ κειμηλίων, καθ’ ὅσον ἂν οἷός τε ᾖ, μεταλαγχάνει. καὶ μήποτ’ εἰκότως· κοσμοπολίτης γάρ ἐστιν, ἧς χάριν αἰτίας οὐδεμιᾷ τῶν κατὰ τὴν οἰκουμένην πόλεων ἐνεγράφη, δεόντως, οὐ μέρος χώρας ἀλλ’ ὅλον τὸν κόσμον κλῆρον λαβών. τί δ’;