Ancient Greek · ~3 min
161 to 163
Philo Judaeus, De vita Mosis (lib. i‑ii) 161-163
Not analysed yet
ἐὰν δ’ αὐστηροτέραν καὶ σεμνοτέραν ἕληται προαίρεσιν, καὶ οἱ λίαν αὐτῶν ἀκράτορες μεταβάλλουσι πρὸς ἐγκράτειαν ἢ φόβῳ ἢ αἰδοῖ σπουδάζοντες ὑπόληψιν ἐμποιεῖν, ὅτι ἄρα ζηλωταὶ τῶν ὁμοίων εἰσί· καὶ οὐκ ἄν ποθ’ οἱ χείρους τὰ τῶν κρειττόνων ἀλλ’ οὐδὲ μανέντες ἀποδοκιμάζοιεν. τάχα δ’, ἐπεὶ καὶ νομοθέτης ἔμελλεν ἔσεσθαι, πολὺ πρότερον αὐτὸς ἐγίνετο νόμος ἔμψυχός τε καὶ λογικὸς θείᾳ προνοίᾳ, ἥτις ἀγνοοῦντα αὐτὸν εἰς νομοθέτην ἐχειροτόνησεν αὖθις. Ἐπειδὴ τοίνυν παρ’ ἑκόντων ἔλαβε τὴν ἀρχήν, βραβεύοντος καὶ ἐπινεύοντος θεοῦ, τὴν ἀποικίαν ἔστελλεν εἰς Φοινίκην καὶ Συρίαν τὴν κοίλην καὶ Παλαιστίνην, ἣ τότε. προσηγορεύετο Χαναναίων, ἧς οἱ ὅροι τριῶν ἡμερῶν ὁδὸν διειστήκεσαν ἀπ’ Αἰγύπτου.