Ancient Greek · ~3 min
165 to 167
Philo Judaeus, De vita Mosis (lib. i‑ii) 165-167
Not analysed yet
ἐκτραπόμενος οὖν τὴν ἐπ’ εὐθείας, ἐγκάρσιον ἀτραπὸν εὑρὼν καὶ νομίσας κατατείνειν ἄχρι τῆς ἐρυθρᾶς θαλάττης ὁδοιπορεῖν ἤρχετο. τεράστιον δέ φασι συμβῆναι κατ’ ἐκεῖνον τὸν χρόνον μεγαλούργημα τῆς φύσεως, ὃ μηδείς πω μέμνηται πάλαι γεγονός. νεφέλη γὰρ εἰς εὐμεγέθη κίονα σχηματισθεῖσα προῄει τῆς πληθύος, ἡμέρας μὲν ἡλιοειδὲς ἐκλάμπουσα φέγγος, νύκτωρ δὲ φλογοειδές, ὑπὲρ τοῦ μὴ πλάζεσθαι κατὰ τὴν πορείαν, ἀλλ’ ἀπλανεστάτῳ ἕπεσθαι ἡγεμόνι ὁδοῦ. τάχα μέντοι καὶ τῶν ὑπάρχων τις ἦν τοῦ μεγάλου βασιλέως, ἀφανὴς ἄγγελος, ἐγκατειλημμένος τῇ νεφέλῃ προηγητήρ, ὃν οὐ θέμις σώματος ὀφθαλμοῖς ὁρᾶσθαι. Θεασάμενος δ’ ὁ τῆς Αἰγύπτου βασιλεὺς ἀνοδίᾳ χρωμένους, ὡς ᾤετο, καὶ διὰ τραχείας καὶ ἀτριβοῦς ἐρήμης βαδίζοντας ἥσθη μὲν ἐπὶ τῷ κατὰ τὴν πορείαν σφάλματι, νομίσας συγκεκλεῖσθαι διέξοδον οὐκ ἔχοντας, ἐπὶ δὲ τῷ μεθέσθαι μετανοῶν ἐπεχείρει διώκειν, ὡς ἢ φόβῳ τὴν πληθὺν ὑποστρέψων καὶ δουλωσόμενος αὖθις ἢ ἀποκτενῶν ἡβηδὸν ἀφηνιάζουσαν.