Ancient Greek · ~5 min
17 to 21
Philo Judaeus, De vita Mosis (lib. i‑ii) 17-21
Not analysed yet
τῆς δὲ βούλεσθαι φαμένης, τὴν αὑτῆς καὶ τοῦ βρέφους μητέρα παραγαγεῖν ὡς ἀλλοτρίαν, ἣν ἑτοιμότερον ἀσμένην ὑπισχνεῖσθαι πρόφασιν ὡς ἐπὶ μισθῷ τροφεύσειν, ἐπινοίᾳ θεοῦ τοῦ τὰς πρώτας τροφὰς τῷ παιδὶ γνησίας εὐτρεπίζοντος· εἶτα δίδωσιν ὄνομα θεμένη Μωυσῆν ἐτύμως διὰ τὸ ἐκ τοῦ ὕδατος αὐτὸν ἀνελέσθαι· τὸ γὰρ ὕδωρ μῶυ ὀνομάζουσιν Αἰγύπτιοι. Ἐπεὶ δ’ ἀθρόας ἐπιδόσεις καὶ παραυξήσεις λαμβάνων οὐ σὺν λόγῳ τῷ κατὰ χρόνον θᾶττον δ’ ἀπότιτθος γίνεται, παρῆν ἡ μήτηρ ἅμα καὶ τροφὸς κομίζουσα τῇ δούσῃ μηκέτι γαλακτοτροφίας δεόμενον, εὐγενῆ καὶ ἀστεῖον ὀφθῆναι. τελειότερον δὲ τῆς ἡλικίας ἰδοῦσα κἀκ τῆς ὄψεως ἔτι μᾶλλον ἢ πρότερον σπάσασα εὐνοίας υἱὸν ποιεῖται τὰ περὶ τὸν ὄγκον τῆς γαστρὸς τεχνάσασα πρότερον, ἵνα γνήσιος ἀλλὰ μὴ ὑποβολιμαῖος νομισθῇ· πάντα δ’ ἐξευμαρίζει θεὸς ἃ ἂν ἐθελήσῃ καὶ τὰ δυσκατόρθωτα. τροφῆς οὖν ἤδη βασιλικῆς καὶ θεραπείας ἀξιούμενος οὐχ οἷα κομιδῇ νήπιος ἥδετο τωθασμοῖς καὶ γέλωσι καὶ παιδιαῖς, καίτοι τῶν τὴν ἐπιμέλειαν αὐτοῦ παρειληφότων ἀνέσεις ἔχειν ἐπιτρεπόντων καὶ μηδὲν ἐπιδεικνυμένων σκυθρωπόν, ἀλλ’ αἰδῶ καὶ σεμνότητα παραφαίνων ἀκούσμασι καὶ θεάμασιν, ἃ τὴν ψυχὴν ἔμελλεν ὠφελήσειν, προσεῖχε. διδάσκαλοι δ’ εὐθὺς ἀλλαχόθεν ἄλλοι παρῆσαν, οἱ μὲν ἀπὸ τῶν πλησιοχώρων καὶ τῶν κατ’ Αἴγυπτον νομῶν αὐτοκέλευστοι, οἱ δ’ ἀπὸ τῆς Ἑλλάδος ἐπὶ μεγάλαις δωρεαῖς μεταπεμφθέντες· ὧν ἐν οὐ μακρῷ χρόνῳ τὰς δυνάμεις ὑπερέβαλεν εὐμοιρίᾳ φύσεως φθάνων τὰς ὑφηγήσεις, ὡς ἀνάμνησιν εἶναι δοκεῖν, οὐ μάθησιν, ἔτι καὶ προσεπινοῶν αὐτὸς τὰ δυσθεώρητα.