Ancient Greek
179 to 182
Philo Judaeus, De vita Mosis (lib. i‑ii) 179-182
Not analysed yet
οἱ μὲν γὰρ Ἑβραῖοι διὰ ξηρᾶς ἀτραποῦ περὶ βαθὺν ὄρθρον μετὰ γυναικῶν καὶ παίδων ἔτι κομιδῇ νηπίων περαιοῦνται· τοὺς δὲ τὰ τμήματα τοῦ πελάγους ἑκατέρωθεν ἐπικυλισθέντα καὶ ἑνωθέντα αὐτοῖς ἅρμασι καὶ ἵπποις καταποντοῖ, βορείοις πνεύμασι τῆς παλιρροίας ἀναχυθείσης καὶ μετεώροις τρικυμίαις ἐπιδραμούσης, ὡς μηδὲ πυρφόρον ὑπολειφθῆναι τὸν ἀπαγγελοῦντα τοῖς ἐν Αἰγύπτῳ τὰς αἰφνιδίους συμφοράς. τὸ μέγα τοῦτο καὶ θαυμαστὸν ἔργον Ἑβραῖοι καταπλαγέντες ἀναιμωτὶ νίκην οὐκ ἐλπισθεῖσαν ἤραντο καὶ κατιδόντες ἐν ἀκαρεῖ φθορὰν ἀθρόαν πολεμίων δύο χορούς, τὸν μὲν ἀνδρῶν, τὸν δὲ γυναικῶν, ἐπὶ τῆς ἠϊόνος στήσαντες εὐχαριστικοὺς ὕμνους εἰς τὸν θεὸν ᾖδον, ἐξάρχοντος Μωυσέως μὲν τοῖς ἀνδράσιν, ἀδελφῆς δὲ τούτου ταῖς γυναιξίν· ἡγεμόνες γὰρ οὗτοι τῶν χορῶν ἐγεγένηντο. Ἄραντες δ’ ἀπὸ θαλάττης μέχρι μέν τινος ὡδοιπόρουν μηκέτι τὸν ἀπὸ τῶν ἐχθρῶν ὀρρωδοῦντες φόβον. ἐπιλιπόντος δὲ τοῦ ποτοῦ τρισὶν ἡμέραις, αὖθις ἐν ἀθυμίαις ἦσαν ὑπὸ δίψους καὶ πάλιν ἤρξαντο μεμψιμοιρεῖν ὡς μηδὲν εὖ προπεπονθότες· ἀεὶ γὰρ ἡ τοῦ παρόντος προσβολὴ δεινοῦ τὰς ἐπὶ τοῖς προτέροις ἀγαθοῖς ἡδονὰς ἀφαιρεῖται. θεασάμενοι δὲ πηγὰς ἐπιτρέχουσιν ὡς ἀρυσόμενοι χαρᾶς ὑπόπλεῳ, δι’ ἄγνοιαν τἀληθοῦς ἀπατηθέντες· πικραὶ γὰρ ἦσαν· εἶτα γευσάμενοι γναμφθέντες τῷ παρ’ ἐλπίδα τά τε σώματα παρεῖντο καὶ τὰς ψυχὰς ἀναπεπτώκεσαν, οὐχ οὕτως ἐφ’ ἑαυτοῖς ὡς ἐπὶ τοῖς νηπίοις παισὶ στένοντες, οὓς ἀδακρυτὶ ποτὸν αἰτοῦντας ὁρᾶν οὐχ ὑπέμενον.