Ancient Greek · ~6 min
184 to 188
Philo Judaeus, De vita Mosis (lib. i‑ii) 184-188
Not analysed yet
τοιαύταις χρωμένων ὀλοφύρσεσι, πάλιν ἱκετεύει τὸν θεὸν Μωυσῆς ἐπιστάμενον τὴν ζῴων καὶ μάλιστα τὴν ἀνθρώπων ἀσθένειαν καὶ τὰς τοῦ σώματος ἀνάγκας ἐκ τροφῆς ἠρτημένου καὶ δεσποίναις χαλεπαῖς συνεζευγμένου, βρώσει καὶ πόσει, συγγνῶναι μὲν τοῖς ἀθυμοῦσι, τὴν δὲ πάντων ἔνδειαν ἐκπλῆσαι, μὴ χρόνου μήκει, δωρεᾷ δ’ ἀνυπερθέτῳ καὶ ταχείᾳ, διὰ τὴν τοῦ θνητοῦ φυσικὴν ὀλιγωρίαν ὀξὺν καιρὸν τῆς βοηθείας ἐπιποθοῦντος. ὁ δὲ τὴν ἵλεων αὑτοῦ δύναμιν φθάνει προεκπέμψας καὶ διοίξας τὸ τοῦ ἱκέτου τῆς ψυχῆς ἀκοίμητον ὄμμα ξύλον δείκνυσιν, ὃ προσέταξεν ἀράμενον εἰς τὰς πηγὰς καθεῖναι, τάχα μὲν κατεσκευασμένον ἐκ φύσεως ποιοῦν δύναμιν, ἣ τάχα ἠγνόητο, τάχα δὲ καὶ τότε πρῶτον ποιηθὲν εἰς ἣν ἔμελλεν ὑπηρετεῖν χρείαν. γενομένου δὲ τοῦ κελευσθέντος, αἱ μὲν πηγαὶ γλυκαίνονται μεταβαλοῦσαι πρὸς τὸ πότιμον, ὡς μηδ’ εἰ τὴν ἀρχὴν ἐγένοντό ποτε πικραὶ δύνασθαι διαγνῶναι, διὰ τὸ μηδὲ ἴχνος ἢ ζώπυρον τῆς ἀρχαίας κακίας εἰς μνήμην ὑπολελεῖφθαι. τὸ δὲ δίψος ἀκεσάμενοι μεθ’ ἡδονῆς διπλασίας, ἐπειδὴ τῆς ἀπολαύσεως τὸ παρ’ ἐλπίδα συμβεβηκὸς ἀγαθὸν εὐφραίνει μᾶλλον, ἔτι καὶ τὰς ὑδρίας πληρώσαντες ἀνεζεύγνυσαν, ὥσπερ ἀπὸ θοίνης καὶ ἱλαρᾶς εὐωχίας ἑστιαθέντες καὶ μεθύοντες οὐ τὴν ἐν οἴνῳ μέθην ἀλλὰ τὴν νηφάλιον, ἣν ἠκρατίσαντο τὰς προπόσεις λαβόντες παρὰ τῆς εὐσεβείας τοῦ προεστῶτος ἄρχοντος. ἀφικνοῦνται δ’ εἰς σταθμὸν δεύτερον, εὔυδρόν τε καὶ εὔδενδρον —Αἰλεὶμ ὠνομάζετο (Exod. 15,27) —,πηγαῖς καταρρεόμενον δώδεκα, παρ’ αἷς στελέχη νέα φοινίκων εὐερνέστατα ἦν τὸν ἀριθμὸν ἑβδομήκοντα, τοῖς ὀξὺ τῇ διανοίᾳ βλέπειν δυναμένοις ἀγαθῶν τῶν ἐθνικῶν ἐναργῆ σημεῖα καὶ δείγματα·