Ancient Greek · ~2 min
190 to 191
Philo Judaeus, De vita Mosis (lib. i‑ii) 190-191
Not analysed yet
τοιαύτην δ’ ἔχει φύσιν καὶ ἡ διάνοια τῶν γευσαμένων ὁσιότητος· ἄνω γὰρ μεμάθηκε βλέπειν τε καὶ φοιτᾶν καὶ μετεωροπολοῦσα ἀεὶ καὶ τὰ θεῖα διερευνωμένη κάλλη χλεύην τίθεται τὰ ἐπίγεια, ταῦτα μὲν παιδιάν, ἐκεῖνα δὲ σπουδὴν ὡς ἀληθῶς νομίζουσα. Μετὰ δὲ ταῦτ’ οὐ πολὺς διῆλθε χρόνος καὶ ἀπορίᾳ σιτίων ἐλίμωττον, ὥσπερ ἐκ διαδοχῆς ἀντεπιτιθεμένων τῶν ἀναγκαίων· δέσποιναι γὰρ χαλεπαὶ καὶ βαρεῖαι, πεῖνα καὶ δίψα, διακληρωσάμεναι τὰς κακώσεις ἐν μέρει προσέκειντο καὶ συνέβαινε κατὰ τὴν τῆς ἑτέρας ἄνεσιν ἐπιγίνεσθαι τὴν ἑτέραν, ὅπερ ἦν τοῖς πάσχουσιν ἀφορητότατον, εἴ γε πρὸ μικροῦ δόξαντες ἀπαλλαγῆναι δίψους ἐφεδρεῦον κακὸν πεῖναν εὕρισκον.