Ancient Greek · ~7 min
193 to 198
Philo Judaeus, De vita Mosis (lib. i‑ii) 193-198
Not analysed yet
εἶθ’ ὑπομιμνῃσκόμενοι τῆς κατ’ Αἴγυπτον εὐθηνίας καὶ εὐετηρίας καὶ τὴν τῶν ἐκεῖ πάντων ἀφθονίαν ἀντιτιθέντες τῇ πάντων ἐνταῦθα ἐνδείᾳ χαλεπῶς ἔφερον καὶ πρὸς ἑτέρους ἕτεροι τοιαῦτ’ ἐλογοποίουν· „ἐπ’ ἐλευθερίας ἐλπίδι μεταναστάντες οὐδὲ τοῦ ζῆν ἄδειαν ἔχομεν οἱ ταῖς μὲν ὑποσχέσεσι τοῦ ἡγεμόνος εὐδαίμονες, ἐν δὲ τοῖς ἔργοις ἀνθρώπων ἁπάντων κακοδαιμονέστατοι. τί τέλος ἔσται τῆς ἀνηνύτου καὶ μακρᾶς οὕτως ὁδοῦ; πᾶσι καὶ τοῖς πλέουσι καὶ τοῖς πεζεύουσιν ὅρος εἰς ὃν ἀφίξονται πρόκειται, τοῖς μὲν ἐμπόρια καὶ λιμένες, τοῖς δὲ πόλις τις ἢ χώρα, μόνοις δ’ ἡμῖν ἄβατος ἐρημία καὶ δυσοδία καὶ χαλεπαὶ δυσελπιστίαι· προϊόντων γάρ, ὥσπερ ἀχανὲς καὶ βαθὺ πέλαγος ἀπόρευτον ἀναφαίνεται καθ’ ἑκάστην ἡμέραν εὐρυνόμενον. μετεωρίσας καὶ φυσήσας ἡμᾶς τῷ λόγῳ καὶ κενῶν ἐλπίδων τὰ ὦτα πληρώσας παρατείνει λιμῷ τὰς γαστέρας οὐδὲ τὰς ἀναγκαίας ἐκπορίζων τροφάς· ἀποικίας ὀνόματι τοσαύτην πληθὺν ἠπάτησεν ἐξ οἰκουμένης τὸ πρῶτον εἰς ἀοίκητον ἀγαγών, εἶτα καὶ εἰς ᾅδου προπέμπων, τὴν τοῦ βίου τελευταίαν ὁδόν. “τοιαῦτ’ ὀνειδιζόμενος οὐχ οὕτως ἐπὶ ταῖς εἰς αὑτὸν κακηγορίαις ἐδυσχέραινεν, ὡς ἐπὶ τῷ τῆς γνώμης αὐτῶν ἀνιδρύτῳ· πεπειραμένοι γὰρ μυρίων ὅσων ἐκ τοῦ παραλόγου συμβεβηκότων πραγμάτων παρὰ τὸ καθεστὸς ἔθος ὤφειλον ὑπὸ μηδενὸς ἔτι τῶν εὐλόγων καὶ πιθανῶν ἄγεσθαι, πεπιστευκέναι δ’ αὐτῷ λαβόντες ἀποδείξεις ἐναργεστάτας τοῦ περὶ ἁπάντων ἀψευδεῖν. πάλιν δ’ ὅτε εἰς ἔννοιαν ἦλθε τῆς ἐνδείας, ἧς μεῖζον οὐδὲν κακὸν ἀνθρώποις ἐστί, συνεγίνωσκεν ὄχλον εἰδὼς ἀβέβαιον φύσει πρᾶγμα καὶ ὑπὸ τῶν ἐν χερσὶ διακινούμενον, ἃ λήθην μὲν τῶν προγεγονότων ἐργάζεται, δυσελπιστίαν δ’ εἰς τὰ μέλλοντα. πάντων οὖν ἐν ἀσχέτοις ὄντων ἀνίαις καὶ τὰς ἀνωτάτω προσδοκώντων συμφοράς, ἃς ἐνόμιζον ἐφεδρεύειν καὶ ἐγγυτάτω παρεῖναι, τοῦτο μὲν διὰ τὴν σύμφυτον ἐπιείκειαν καὶ φιλανθρωπίαν, τοῦτο δὲ βουλόμενος ὃν ἐχειροτόνησεν ἡγεμόνα τιμῆσαι καὶ ἔτι μᾶλλον ὡς εὐσεβείας ἔχει καὶ ὁσιότητος ἔν τε τοῖς φανεροῖς κἀν τοῖς ἀδήλοις ἅπασι διασυστῆσαι ὁ θεὸς ἐλεήσας τὸ πάθος ἰᾶται.