Ancient Greek · ~2 min
Book 2
Philo Judaeus, De vita Mosis (lib. i‑ii) 2.167
Not analysed yet
γενόμενος δ’ ἐν μέσῳ τοῦ στρατοπέδου καὶ τὴν ἐξαπίναιον ἐκδιαίτησιν τοῦ πλήθους θαυμάσας καὶ ὅσον ψεῦδος ἀνθ’ ὅσης ἀληθείας ὑπηλλάξαντο, κατιδὼν οὐκ εἰς ἅπαντας τὴν νόσον ἀφιγμένην, ἀλλά τινας ὑγιαίνοντας ἔτι καὶ μισοπονήρῳ πάθει χρωμένους, βουλόμενος διαγνῶναι τούς τε ἀνιάτως ἔχοντας καὶ τοὺς ἐπὶ τοῖς πεπραγμένοις δυσχεραίνοντας καὶ εἰ δή τινες ἁμαρτόντες μετανοοῦσι, κήρυγμα κηρύττει —τὸ δ’ ἦν ἄρα βάσανος ἀκριβὴς τῆς ἑκάστου διανοίας, ὡς ἔχοι πρός τε ὁσιότητα καὶ τοὐναντίον—. „εἴ τις“ γάρ φησι „πρὸς κύριον, ἴτω πρὸς μέ. “