Ancient Greek · ~3 min
2.168 to 2.170
Philo Judaeus, De vita Mosis (lib. i‑ii) 2.168-170
Not analysed yet
βραχὺ μὲν τὸ λεχθέν, μεγάλη δ’ ἡ ἔμφασις, ἔστι γὰρ τοιόνδε τὸ δηλούμενον· εἴ τις μηδὲν τῶν χειροποιήτων μηδ’ ὅσα γενητὰ νομίζει θεούς, ἀλλ’ ἕνα τὸν ἡγεμόνα τῶν ὅλων, ἐμοὶ προσίτω. τῶν μὲν οὖν ἄλλων οἱ μὲν ἕνεκα τοῦ τὸν Αἰγυπτιακὸν ἐζηλωκέναι τῦφον ἀφηνιάζοντες οὐ προσεῖχον τοῖς λεγομένοις, οἱ δὲ φόβῳ κολάσεως ἴσως ἐγγυτέρω προσελθεῖν οὐκ ἐθάρρουν ἢ τὴν ἐκ Μωυσέως τίσιν δεδιότες ἢ τὴν ἐκ τοῦ πλήθους ἐπανάστασιν· ἀεὶ γὰρ οἱ πολλοὶ τοῖς μὴ συναπονοουμένοις ἐπιτίθενται. μία δ’ ἐξ ἁπάντων ἡ λεγομένη Λευϊτικὴ φυλὴ τοῦ κηρύγματος ἐπακούσασα καθάπερ ἀφ’ ἑνὸς συνθήματος ἔθει μετὰ σπουδῆς, τῇ ποδωκείᾳ τὴν προθυμίαν ἐπιδεικνυμένη καὶ τὴν ὀξύτητα τῆς εἰς εὐσέβειαν ψυχικῆς ὁρμῆς.