Ancient Greek · ~2 min
Book 2
Philo Judaeus, De vita Mosis (lib. i‑ii) 2.177
Not analysed yet
ἐφ’ οἷς εἰκότως ἀνιαθείς, εἰ μὴ μόνον ἀπιστεῖται διὰ τοσούτων ἐλέγχων τὴν ἑαυτοῦ πίστιν ἐπιδειξάμενος, ἀλλὰ καὶ ἐπ’ ἔργοις ἅπερ ἀναφέρεται πρὸς θεοῦ τιμήν, δι’ ἃ μόνα καὶ τὸν ἐν τοῖς ἄλλοις τὸ ἦθος κατεψευσμένον ἀναγκαῖον ἦν ἀληθεύειν —ἀλήθεια γὰρ ὀπαδὸς θεοῦ —,λόγοις μὲν ἀναδιδάσκειν περὶ τῆς ἑαυτοῦ προαιρέσεως οὐκ ἐδοκίμαζε, τὸ μεταπείθειν ἐπιχειρεῖν τοὺς προκαταληφθέντας ἐναντίαις δόξαις ἀργαλέον εἰδώς, ἱκετεύει δὲ τὸν θεὸν ἐμφανεῖς ἀποδείξεις αὐτοῖς παρασχεῖν περὶ τοῦ μηδὲν ἐψεῦσθαι κατὰ τὴν τῆς ἱερωσύνης αἵρεσιν.