Ancient Greek · ~2 min
2.178 to 2.179
Philo Judaeus, De vita Mosis (lib. i‑ii) 2.178-179
Not analysed yet
ὁ δὲ κελεύει δώδεκα ῥάβδους λαβεῖν ταῖς φυλαῖς ἰσαρίθμους καὶ τὰ μὲν τῶν ἄλλων ὀνόματα φυλάρχων ἐπιγράψαι ταῖς ἕνδεκα, τῇ δὲ λοιπῇ τὸ τοῦ ἀδελφοῦ καὶ ἀρχιερέως, εἶτ’ εἰς τὸν νεὼν ἄχρι τῶν ἀδύτων εἰσενεγκεῖν· ὁ δὲ τὰ προσταχθέντα ποιήσας ἐκαραδόκει τὸ ἀποβησόμενον. τῇ δ’ ὑστεραίᾳ λογίῳ πληχθείς, ἅπαντος τοῦ ἔθνους παρεστῶτος, εἰσέρχεται καὶ τὰς ῥάβδους ἐκκομίζει, τὰς μὲν ἄλλας οὐδὲν διάφορον ἐχούσας, μίαν δ’ ἐφ’ ᾗ τοὔνομα ἐπεγέγραπτο τοῦ ἀδελφοῦ τεθαυματουργημένην· οἷα γὰρ φυτὸν εὐγενὲς ἅπασα νέους