Ancient Greek · ~2 min
2.192 to 2.193
Philo Judaeus, De vita Mosis (lib. i‑ii) 2.192-193
Not analysed yet
Τῆς δ’ ὑποσχέσεως ἀρκτέον ὧδε. τέτταρές εἰσι τόποι διὰ πεύσεως καὶ ἀποκρίσεως χρησμοῖς νομοθετηθέντες, μικτὴν ἔχοντες δύναμιν· τῇ μὲν γὰρ ὁ προφήτης ἐνθουσιᾷ πυνθανόμενος, τῇ δὲ ὁ πατὴρ θεσπίζει λόγου καὶ ἀποκρίσεως μεταδιδούς. ἔστι δὲ πρῶτος, ὃς οὐχ ὅτι Μωυσῆν ὁσιώτατον τῶν πώποτε γενομένων ἀλλὰ καὶ τὸν ἐπὶ βραχὺ γευσάμενον εὐσεβείας ὤργισεν. ἐξ ἀνομοίων τις γενόμενος ἄνθρωπος νόθος, Αἰγυπτίου μὲν πατρός, μητρὸς δὲ Ἰουδαίας, τῶν μὲν ταύτης πατρίων ἐθῶν ἠλόγησε, πρὸς δὲ τὴν Αἰγυπτιακήν, ὡς λόγος, ἀπέκλινεν ἀσέβειαν τὴν τῶν ἀνδρῶν ζηλώσας ἀθεότητα.