Ancient Greek · ~2 min
Book 2
Philo Judaeus, De vita Mosis (lib. i‑ii) 2.194
Not analysed yet
μόνοι γὰρ σχεδὸν ἁπάντων ἐθνῶν Αἰγύπτιοι γῆν ἐπετείχισαν οὐρανῷ, τὴν μὲν ἰσοθέων τιμῶν ἀξιώσαντες, τῷ δ’ οὐδὲν γέρας ἐξαίρετον ἀπονείμαντες, ὡς δέον πρὸ τῶν βασιλείων τὰς ἐσχατιὰς περιέπειν —ἐν γὰρ κόσμῳ βασίλειον μὲν ἱερώτατον οὐρανός, ἐσχατιὰ δὲ γῆ, καθ’ ἑαυτὴν μὲν ἀξιοσπούδαστος, εἰς δὲ σύγκρισιν ἰοῦσα αἰθέρος ἀπολειπομένη τοσοῦτον ὅσον σκότος μὲν φωτός, νὺξ δὲ ἡμέρας, φθορὰ δ’ ἀφθαρσίας καὶ θνητὸς θεοῦ —.