Ancient Greek · ~7 min
2.197 to 2.202
Philo Judaeus, De vita Mosis (lib. i‑ii) 2.197-202
Not analysed yet
διὸ καὶ θαυμάσας τὴν φρενοβλάβειαν καὶ τὴν τοῦ θράσους ὑπερβολήν, καίτοι γ’ ὑπόπλεως ὢν παραστήματος εὐγενοῦς καὶ ἱέμενος αὐτοχειρίᾳ διαρτῆσαι τὸν ἄνθρωπον, ἔδεισε μὴ κουφοτέραν ἀναπράξῃ τιμωρίαν· ἰσόρροπον γὰρ ἐπινοῆσαι πρὸς τοσαύτην ἀσέβειαν κόλασιν ἄνθρωπος οὐκ ἂν ἴσχυσεν. ἐπεὶ δὲ καὶ τῷ μὴ σέβειν θεὸν ἕπεται τὸ μήτε γονεῖς μήτε πατρίδα μήτ’ εὐεργέτας τιμᾶν, ὁ δὲ δὴ πρὸς τῷ μὴ σέβειν καὶ κακηγορεῖν τολμῶν τίνα μοχθηρίας ὑπερβολὴν ἀπολέλοιπε; καίτοι καὶ τὸ κακηγορεῖν ἧττον ἐν συγκρίσει κατάρας· ἀλλὰ γλωσσαλγία καὶ ἀχάλινον στόμα ὅταν ἐκνόμοις ἀφροσύναις ὑπηρετῶσι, πάντως τι καινουργεῖται τῶν ἀθέσμων. ὦ ἄνθρωπε, καταρᾶταί τις θεόν; τίνα καλῶν ἕτερον θεὸν εἰς τὴν τῆς ἀρᾶς βεβαίωσιν; ἢ δῆλον ὅτι αὐτὸν κατ’ αὐτοῦ; ἄπαγε βεβήλων καὶ ἀνοσίων ἐνθυμημάτων. καλὸν ἐκνίψασθαι τὴν ἀθλίαν ψυχὴν ἐπηρεασθεῖσαν μὲν ὑπὸ φωνῆς, διακόνοις δὲ τοῖς ὠσὶ χρησαμένην, αἰσθήσει τυφλῇ. καὶ οὔτε ἡ γλῶττα τοῦ τοσοῦτον ἀσέβημα φθεγξαμένου παρείθη οὔτε τὰ τοῦ μέλλοντος ἀκούειν ὦτα ἐπεφράχθη; εἰ μὴ ἄρα κατὰ πρόνοιαν τῆς δίκης, ἥτις οὔτ’ ἀγαθὸν ὑπερβάλλον οὔτε μέγιστον κακὸν οἴεται δεῖν ἐπισκιάζεσθαι, πρὸς ἔλεγχον ἐναργέστατον ἀρετῆς ἢ κακίας, ἵνα τὴν μὲν ἀποδοχῆς τὴν δὲ τιμωρίας ἀξιώσῃ. διὰ τοῦτο τὸν μὲν εἰς εἱρκτὴν ἀπαχθέντα κελεύει δεθῆναι, ποτνιᾶται δὲ τὸν θεὸν ἱλασάμενος ταῖς ἀνάγκαις τῶν αἰσθήσεων, δι’ ὧν καὶ βλέπομεν ἃ μὴ θέμις ὁρᾶν καὶ ἀκούομεν ὧν μὴ θέμις ἀκούειν, ὅ τι χρὴ παθεῖν τὸν εὑρετὴν ἀσεβήματος καὶ ἀνοσιουργήματος ἐκτόπου καὶ ξένου δηλῶσαι. ὁ δὲ προστάττει καταλευσθῆναι, προσήκουσαν οἶμαι δίκην ὑπολαβὼν τὴν διὰ λίθων κατ’ ἀνδρὸς λιθίνην καὶ ἀπόκροτον ψυχὴν ἔχοντος καὶ ἅμα βουλόμενος πάντας τοὺς ἀπὸ τοῦ ἔθνους συνεφάψασθαι τῆς κολάσεως, οὓς ᾔδει σφόδρα τραχέως ἐνεγκόντας καὶ φονῶντας· μόνης δ’ ὡς ἔοικε τῆς διὰ βλημάτων ἔμελλον αἱ τοσαῦται μυριάδες ἐφάπτεσθαι.