Ancient Greek · ~2 min
2.203 to 2.204
Philo Judaeus, De vita Mosis (lib. i‑ii) 2.203-204
Not analysed yet
μετὰ δὲ τὴν τοῦ ἀνοσίου καὶ παλαμναίου τίσιν ἐγράφη διάταγμα καινόν, οὐκ ἄν ποτε προηγουμένης ἀξιωθὲν γραφῆς, ἀλλ’ αἱ ἀπροσδόκητοι νεωτεροποιίαι καινοὺς νόμους εἰς ἀνακοπὴν ἁμαρτημάτων ἐπιζητοῦσιν. αὐτίκα γοῦν νομοθετεῖται τάδε· ὃς ἂν καταράσηται θεόν, ἁμαρτίας ἔνοχος ἔστω, ὃς δ’ ἂν ὀνομάσῃ τὸ ὄνομα κυρίου, θνῃσκέτω (Lev. 24, 15. 16). εὖ γ’, ὦ πάνσοφε, μόνος ἀμιγοῦς ἠκρατίσω σοφίας· τοῦ καταρᾶσθαι χεῖρον τὸ ὀνομάζειν ὑπείληφας; οὐ γὰρ ἂν τὸν μὲν βαρύτατον ἀσέβημα εἰργασμένον ἐπεκούφιζες διημαρτηκόσιν ἐπιεικέστερον συντάττων, κατὰ δὲ τοῦ βραχύτερον ἠδικηκέναι δόξαντος