Ancient Greek · ~6 min
2.20 to 2.26
Philo Judaeus, De vita Mosis (lib. i‑ii) 2.20-26
Not analysed yet
ἀλλ’ οὐχ ὧδ’ ἔχει τὰ ἡμέτερα· πάντας γὰρ ἐπάγεται καὶ συνεπιστρέφει, βαρβάρους, Ἕλληνας, ἠπειρώτας, νησιώτας, ἔθνη τὰ ἑῷα, τὰ ἑσπέρια, Εὐρώπην, Ἀσίαν, ἅπασαν τὴν οἰκουμένην ἀπὸ περάτων ἐπὶ πέρατα. τίς γὰρ τὴν ἱερὰν ἐκείνην ἑβδόμην οὐκ ἐκτετίμηκεν, ἄνεσιν πόνων καὶ ῥᾳστώνην αὑτῷ τε καὶ τοῖς πλησιάζουσιν, οὐκ ἐλευθέροις μόνον ἀλλὰ καὶ δούλοις, μᾶλλον δὲ καὶ ὑποζυγίοις διδούς; φθάνει γὰρ ἡ ἐκεχειρία καὶ πρὸς πᾶσαν ἀγέλην καὶ ὅσα πρὸς ὑπηρεσίαν γέγονεν ἀνθρώπου καθάπερ δοῦλα θεραπεύοντα τὸν φύσει δεσπότην, φθάνει καὶ πρὸς δένδρων καὶ φυτῶν ἅπασαν ἰδέαν· οὐ γὰρ ἔρνος, οὐ κλάδον, ἀλλ’ οὐδὲ πέταλον ἐφεῖται τεμεῖν ἢ καρπὸν ὁντινοῦν δρέψασθαι, πάντων διαφειμένων κατ’ ἐκείνην τὴν ἡμέραν καὶ ὥσπερ ἐλευθερίαν ἀγόντων, κοινῷ κηρύγματι μηδενὸς ἐπιψαύοντος. τίς δὲ τὴν λεγομένην νηστείαν οὐ τέθηπε καὶ προσκυνεῖ δι’ ἔτους ἀγομένην τῆς ἱερομηνίας αὐστηρότερον καὶ σεμνότερον τρόπον; ἐν ᾗ μὲν γὰρ πολὺς ἄκρατος καὶ τράπεζαι πολυτελεῖς καὶ ὅσα περὶ ἐδωδὴν καὶ πόσιν ἄφθονα πάντα, δι’ ὧν αἱ ἀκόρεστοι γαστρὸς ἡδοναὶ συναύξονται προσαναρρηγνῦσαι καὶ τὰς ὑπογαστρίους ἐπιθυμίας· ἐν ᾗ δ’ οὐ σιτίον, οὐ ποτὸν ἔξεστι προσενέγκασθαι, καθαραῖς ὅπως διανοίαις, μηδενὸς ἐνοχλοῦντος μηδ’ ἐμποδίζοντος σωματικοῦ πάθους, ὁποῖα φιλεῖ συμβαίνειν ἐκ πλησμονῆς, ἑορτάζωσιν ἱλασκόμενοι τὸν πατέρα τοῦ παντὸς αἰσίοις εὐχαῖς, δι’ ὧν ἀμνηστίαν μὲν παλαιῶν ἁμαρτημάτων, κτῆσιν δὲ καὶ ἀπόλαυσιν νέων ἀγαθῶν εἰώθασιν αἰτεῖσθαι. Τὸ δὲ τῆς νομοθεσίας ἱεροπρεπὲς ὡς οὐ παρ’ Ἰουδαίοις μόνον ἀλλὰ καὶ παρὰ πᾶσι τοῖς ἄλλοις τεθαύμασται, δῆλον ἔκ τε τῶν εἰρημένων ἤδη κἀκ τῶν μελλόντων λέγεσθαι. τὸ παλαιὸν ἐγράφησαν οἱ νόμοι γλώσσῃ Χαλδαϊκῇ καὶ μέχρι πολλοῦ διέμειναν ἐν ὁμοίῳ τὴν διάλεκτον οὐ μεταβάλλοντες, ἕως μήπω τὸ κάλλος εἰς τοὺς ἄλλους ἀνθρώπους ἀνέφηναν αὑτῶν.