Ancient Greek · ~2 min
Book 2
Philo Judaeus, De vita Mosis (lib. i‑ii) 2.27
Not analysed yet
ἐπεὶ δὲ ἐκ τῆς καθ’ ἑκάστην ἡμέραν συνεχοῦς μελέτης καὶ ἀσκήσεως τῶν χρωμένων αἴσθησις ἐγένετο καὶ ἑτέροις καὶ τὸ κλέος ἐφοίτα πανταχόσε—τὰ γὰρ καλὰ κἂν φθόνῳ πρὸς ὀλίγον ἐπισκιασθῇ χρόνον, ἐπὶ καιρῶν αὖθις ἀναλάμπει φύσεως εὐμενείᾳ —,δεινὸν ἡγησάμενοί τινες, εἰ οἱ νόμοι παρὰ τῷ ἡμίσει τμήματι τοῦ γένους ἀνθρώπων ἐξετασθήσονται μόνῳ τῷ βαρβαρικῷ, τὸ δ’ Ἑλληνικὸν εἰς ἅπαν ἀμοιρήσει, πρὸς ἑρμηνείαν τὴν τούτων ἐτράποντο.