Ancient Greek · ~2 min
2.226 to 2.227
Philo Judaeus, De vita Mosis (lib. i‑ii) 2.226-227
Not analysed yet
οὗτοι μετὰ τὴν πανήγυριν προσελθόντες τῷ ἄρχοντι συννοίας μεστοὶ καὶ κατηφείας τὰ συμβεβηκότα διηγήσαντο, τὴν ὑπόγυον τῶν συγγενῶν τελευτήν, τὸ πένθος ᾧ κατ’ ἀναγκαῖον ἐχρήσαντο, τὸ μὴ δυνηθῆναι διὰ τοῦτο μετασχεῖν τῆς τῶν διαβατηρίων θυσίας. εἶτ’ ἐδέοντο μὴ ἔλαττον τῶν ἄλλων ἐνέγκασθαι μηδὲ τὸ ἐπὶ τοῖς ἀποθανοῦσιν οἰκείοις ἀτύχημα ἐν ἀδικήματος μέρει καταριθμηθῆναι τιμωρίαν ἐργασάμενον πρὸ ἐλέου· νομίσαι γὰρ ἂν χείρονα παθεῖν τῶν ἀποθανόντων, εἴ γε τοῖς μὲν οὐδενός ἐστιν ἀντίληψις ἔτι τῶν ἀβουλήτων, οἱ δὲ ζῶντες δόξουσι τεθνάναι τὸν μετ’ αἰσθήσεως θάνατον.