Ancient Greek · ~2 min
Book 2
Philo Judaeus, De vita Mosis (lib. i‑ii) 2.228
Not analysed yet
ταῦτ’ ἀκούσας ἑώρα μὲν καὶ τὴν δικαιολογίαν οὐκ ἀπῳδὸν καὶ τὴν τοῦ μὴ ἱερουργῆσαι πάλιν πρόφασιν ἀναγκαίαν καὶ τὸ συμπαθὲς ἀνακεκραμένον τούτοις, ἐπαμφοτερίζων δὲ τὴν γνώμην καὶ ὥσπερ ἐπὶ πλάστιγγος ἀντιρρέπων —τῇ μὲν γὰρ ἐταλάντευεν ὁ ἔλεος καὶ τὰ δίκαια, τῇ δ’ ἀντέβριθεν ὁ νόμος τῆς τῶν διαβατηρίων θυσίας, ἐν ᾧ καὶ πρῶτος μὴν καὶ ἡμέρα τεσσαρεσκαιδεκάτη δεδήλωται τῆς ἱερουργίας —,ἀρνήσεως καὶ συγκαταθέσεως μεταξὺ φορούμενος ἱκετεύει τὸν θεὸν δικαστὴν γενέσθαι καὶ χρησμῷ τὴν κρίσιν ἀναφῆναι.